Παρασκευή 16 Αυγούστου 2019

ΑΣΚΗΣΕΙΣ ΣΤΗΝ ΑΝΑΛΥΣΗ ΜΕΤΟΧΩΝ

Α) Να αναγνωρίσετε το είδος των υπογραμμισμένων μετοχών και να τις αναλύσετε στις ισοδύναμες δευτερεύουσες προτάσεις.

1. Παρελθόντος δέ τοῦ χειμῶνος Ἀγησίλαος, ὥσπερ ὑπέσχετο τοῖς Ἀχαιοῖς, εὐθύς ἀρχομένου τοῦ ἦρος πάλιν φρουράν ἔφαινεν ἐπί τούς Ἀκαρνᾶνας.

2. Οὐκ ἄν μεταπεῖσαι δυνηθεῖεν ὑμᾶς, μή φανερόν τό συμφέρον ποιήσαντες.

3. Οἱ μέν δή Θηβαῖοι ἀπελθόντες παρεσκευάζοντο ὡς ἀμυνούμενοι, οἱ δ' Ἀθηναῖοι ὡς βοηθήσοντες.

4. Ταῦτα ἐπράχρη Κόνωνος στρατηγοῦντος.

5. Οὔσης στενῆς τῆς εἰσόδου οἱ Ἀθηναῖοι ἵππους τε ἐβδομήκοντα ἀπολλύουσι καί τῶν ὁπλιτῶν οὐ πολλούς.

6. Ἐξόν αὐτῷ χιλίαις ναυσί διαβιβάσαι τήν πεζήν στρατιάν ἐκ τῆς Ἀσίας εἰς τήν Εὐρώπην οὐκ ἠθέλησεν.

7. Ἅτε γιγνώσκοντες  πάντες τόν Λύσανδρον προσέκειντο αὐτῷ.

8. Ἄπειμι ξένιά σοι παρασκευάσων.

9. Τούτο λέγοντος αὐτοῦ πτάρνυταί τις.

10. Ὑμεῖς ἐμοῦ ἀκούετε διαλεγομένου καί ἐμαυτόν καί τούς ἄλλους ἐξετάζοντος.

11. Νομίζω οὐδ' ἡμῖν εἶναι οὐδεμίαν σωτηρίαν, οὕτω μέν πολλῶν ὄντων τῶν πολεμίων, οὔτω δέ τεθαρρηκότων.

12. Ὁρῶ ὑμᾶς χαλεπῶς διατεθειμένους πρός τούς ἐπιτιμῶντας.

13. Ἔγνωσαν αὐτούς λαμβάνοντας ἄν μισθόν, εἰ εργάζοντο.

14. Λακεδαιμόνιοι δέ αἰσθόμενοι τόν θροῦν τοῦτον ἐν τῇ Πελοποννήσῳ καθεστῶτα  πέμπουσι πρέσβεις βουλόμενοι προκαταλαβεῖν τό μέλλον.

15. Τόν λόγον ᾐσθόμην διπλάσιον ἄν γενόμενον τοῦ νῦν ἀναγιγνωσκομένου.

Β) Να αναγνωρίσετε ως προς το είδος τις υπογραμμισμένες μετοχές και να τις αναλύσετε σε ισοδύναμες δευτερεύουσες προτάσεις.


Οἱ μὲν δὴ στρατηγοὶ οὕτω ληφθέντες ἀνήχθησαν ὡς βασιλέα καὶ ἀποτμηθέντες τὰς κεφαλὰς ἐτελεύτησαν, εἷς μὲν αὐτῶν Κλέαρχος ὁμολογουμένως ἐκ πάντων τῶν ἐμπείρως αὐτοῦ ἐχόντων δόξας γενέσθαι ἀνὴρ καὶ πολεμικὸς καὶ φιλοπόλεμος ἐσχάτως. καὶ γὰρ δὴ ἕως μὲν πόλεμος ἦν τοῖς Λακεδαιμονίοις πρὸς τοὺς Ἀθηναίους παρέμενεν, ἐπειδὴ δὲ εἰρήνη ἐγένετο, ἀναπείσας τὴν αὑτοῦ πόλιν ὡς οἱ Θρᾷκες ἀδικοῦσι τοὺς Ἕλληνας καὶ διαπραξάμενος ὡς ἐδύνατο παρὰ τῶν ἐφόρων ἐξέπλει ὡς πολεμήσων τοῖς ὑπὲρ Χερρονήσου καὶ Περίνθου Θρᾳξίν. ἐπεὶ δὲ μεταγνόντες πως οἱ ἔφοροι ἤδη ἔξω ὄντος ἀποστρέφειν αὐτὸν ἐπειρῶντο ἐξ Ἰσθμοῦ, ἐνταῦθα οὐκέτι πείθεται, ἀλλ’ ᾤχετο πλέων εἰς Ἑλλήσποντον. ἐκ τούτου καὶ ἐθανατώθη ὑπὸ τῶν ἐν Σπάρτῃ τελῶν ὡς ἀπειθῶν.
(Ξενοφῶντος, Κύρου Ἀνάβασις, Β΄, VI, 1-3)

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου